TLG 2194 002 :: [ARISTIDES] :: Fragmenta

[ARISTIDES] Hist.
(Milesius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 320–327.

  • frr. 1–33
  • fr. 26 verba Latina solum

Citation: Fragment — (line)

t1-19

ΙΤΑΛΙΚΑ.

t1

E LIBRO PRIMO.

1

Plutarch. Par. min. c. 30: Ἀτεπόμαρος, Γάλ‐ λων βασιλεὺς, Ῥωμαίοις πολεμῶν, ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκ‐ δῶσι. Τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάν‐
5των τὰς δούλας, καὶ κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. Ἡ δὲ Ῥητάνα (αὕτη γὰρ ἦν ἡ τοῦτο συμβουλεύσασα) ἀγρίας ἐπιλαβομένη συκῆς, ἀναβαίνει εἰς τὸ τεῖχος, καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δ’ ἐπελθόντες ἐνίκησαν. Ἀφ’ οὗ καὶ ἑορτὴ θεραπαινῶν
10καλεῖται· ὡς Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.

t2-7

E LIBRO TERTIO.

2

Id. ib. c. 2: Πορσίνας, Τούσκων βασιλεὺς, πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν, λιμῷ τοὺς προειρημένους ἔτρυχε. Τῆς δὲ συγ‐
5κλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας, ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν. Ἰδὼν δὲ τὸν
σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι,320
10ἀνεῖλεν. Ἀχθεὶς δ’ ἐπὶ τὸν βασιλέα, τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα, καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως, ἐμειδίασεν, εἰπών· «Βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς· καὶ ἴσθι ἡμᾶς κατὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν.»
15Ὁ δὲ φοβηθεὶς, σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστο‐ ριῶν (l. Ἰταλικῶν).

3

Id. ib. c. 3: Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες, στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖ‐ νον. Οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας (ἔστι δὲ τόπος στενώτατος) ἐνεδρευθεὶς, τρεῖς ἀπέ‐
5βαλε λεγεῶνας, καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. Βα‐ θείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας, περιείλετο τῶν ἀνῃ‐ ρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας, ἔστησε τρόπαιον ἐπιγράψας· Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ. Φάβιος δὲ, ὁ ἐπικλη‐
10θεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς, καὶ παραγενό‐ μενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον, τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε, καὶ αἰχμά‐ λωτον λαβὼν τὸν βασιλέα, εἰς Ῥώμην ἔπεμψεν· ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.

4

Id. ib. c. 19: Τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγο‐ μένων, Ἀρνούτιος ἐκ γενετῆς ὑδροπότης ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν. Ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα, Μεδουλλίναν· ἡ δὲ ἐκ δακτυλίου γνοῦσα
5τὸ γένος, καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, με‐ θύσασα τὸν πατέρα καὶ στεφανώσασα, ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς, καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης ἐν τρίτῃ Ἰτα‐ λικῶν.

5

Id. ib. c. 22: Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτη ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς, τῇ τροφῷ ἀνεκοίνωσεν· ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα, ὡς αἰδεῖται κατ’ ὄψιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι
5τὴν παρθένον. Καὶ οἰνωθεὶς ὁ πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ ταῖς ἀγροικίαις ἦν, ἐγκύμων τυγχάνουσα· ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης, τὸ βρέφος ἔζη· κατιοῦσα δ’ ἐγκύμων κα‐ τέστη, καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγί‐
10πανα, κατὰ τὴν Ῥωμαίων φωνὴν Σιλουάνον. Ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν [ἑαυτὸν] ἔρριψε κρημνῶν· ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.

6

Id. ib. c. 24: Ἀννίβα Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. Ὁ δὲ νενίκηκεν. Ἀκούσας δὲ ὁ [Καμπανὸς], φιλαργυρίᾳ
5παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύ‐ σας. Ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος, καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν, ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν, ὡς δείξων θησαυρούς· ἐλθόντα δ’ ἐτύ‐ φλωσε καὶ ἐσταύρωσεν· ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰτα‐
10λικῶν.321

7

Id. ib. c. 31: Ῥωμαίων πρὸς Γάλλους πολεμούν‐ των, καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης, Κίννας τοῦ δή‐ μου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δὲ, ὡς ἀντι‐ ποιούμενον αὐτὸν τῆς βασιλείας, λιθόλευστον ἐποίησαν·
5ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.

t9

E LIBRO QUARTO.

9

Id. ib. c. 39: Ἐν Αἰγέστῃ, τῇ πόλει τῆς Σικε‐ λίας, ἐγένετό τις ὠμὸς τύραννος, Αἱμίλιος Κενσωρῖ‐ νος. Οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευά‐ σαντας ἐδωροδόκει. Εἷς δέ τις, Ἀρούντιος Πατέρκουλ‐
5λος, δημιουργήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ἵνα βάλλῃ αὐτούς. Ὁ δὲ τότε πρῶτον νομίμως ἀναστραφεὶς, τὸν χαρισάμενον πρότερον ἔβα‐ λεν· ὡς ἂν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος. Τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηΐου ὄρους
10ἔρριψε. Καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπ’ ἐκείνου Αἱμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης ἐν τετάρτῳ Ἰταλικῶν.

t10

E LIBRO DECIMO NONO.

10

Id. ib. c. 35: Λοιμοῦ κατασχόντος Φαλερίους, καὶ φθορᾶς γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινὸν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατ’ ἐνιαυτόν. Ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης, κατὰ κλῆρον
5καλουμένη Οὐαλερία Λουπέρκα ἤγετο εἰς θυσίαν· σπα‐ σαμένη δὲ τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε, καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφύραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκο‐ μένῃ. Νοήσασα δὲ ἡ παρθένος, καὶ τὴν βοῦν θύσασα,
10καὶ τὴν σφύραν ἄρασα, κατ’ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα. Ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται· ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳ Ἰταλικῶν.

t11

E LIBRO QUADRAGESIMO (?).

11

Id. ib. c. 5: Διὰ μέσης τῆς ἀγορᾶς ῥέων ὁ Τίβε‐ ρις διὰ μῆνιν Ταρσίου Διὸς, μέγιστον ἀπέρρηξε χῶμα, καὶ πολλὰς οἰκίας ἐβύθισε· χρησμὸς δ’ ἐδόθη λήξεσθαι, ἐὰν τὸ τίμιον ἐμβάλωσι. Τῶν δὲ χρυσὸν καὶ ἄργυρον
5ἐμβαλλόντων, Κούρτιος τῶν ἐπισήμων νέος, τὸν χρησμὸν νοήσας, καὶ λογισάμενος τὴν ψυχὴν τιμιωτέ‐ ραν, ἔφιππον ἑαυτὸν ἔρριψεν εἰς τὸ χάσμα, καὶ τοὺς οἰκείους ἐξέσωσε τῶν κακῶν· ὡς Ἀριστείδης ἐν τεσσα‐ ρακοστῷ Ἰταλικῶν.

t12-19

E LIBRIS INCERTIS.

12

Id. ib. c. 4: Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχον‐ τες, ἔπεμψαν τριακοσίους, καὶ στρατηγὸν Φάβιον Μάξιμον. Συμβαλὼν δ’ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθ’ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη,
5καὶ καθελὼν τὸ διάδημα, συναπέθανεν αὐτῷ, καθάπερ
ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.322

13

Id. ib. c. 11: Βροῦτος ὑπὸ πάντων ὕπατος χειρο‐ τονηθεὶς, ἐφυγάδευσε τὸν ὑπερήφανον Ταρκύνιον τυ‐ ραννικῶς ἀναστρεφόμενον. Ὁ δ’ ἐλθὼν εἰς Τούσκους, ἐπολέμει Ῥωμαίοις. Οἱ δὲ υἱοὶ τὸν πατέρα προδοῦναι
5ἠβουλήθησαν. Ἐμπεσόντων δὲ, τραχηλοκοπῆσαι· ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.

14

Id. ib. c. 12: Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες, ἐχειροτόνησαν Μάλιον τὸν Ἐπιτάκτην ἐπικλη‐ θέντα. Οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος, τῷ υἱῷ προσέταξε μὴ συμβαλεῖν· οἱ δὲ
5Σαμνῖται μαθόντες, βλασφημίαις ἐξουδένιζον τὸν νεα‐ νίαν. Ὁ δὲ ταραχθεὶς ἐνίκησεν· Μάλιος δ’ αὐτὸν ἐτραχηλοκόπησεν, καθάπερ ἱστορεῖ Ἀριστείδης Μι‐ λήσιος.

15

Id. ib. c. 15: Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πο‐ λεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήϊον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφό‐
5ρουν κόσμου χάριν· Σαβῖνοι δὲ νοήσαντες, ζῶσαν κα‐ τέχωσαν· ὡς Ἀριστείδης Μιλήσιος ἐν Ἰταλικοῖς.

16

Id. ib. c. 16: Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κου‐ ριατίους, Ῥωμαῖοι δὲ Ὡρατίους. Συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον·
5ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος, ἐφόνευσε καθ’ ἕνα τῶν ἐπιδιωκόντων· χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δ’ ἐφό‐ νευσε τὴν ἀδελφὴν, ὥς φησιν Ἀριστείδης ὁ Μιλήσιος
10ἐν Ἰταλικοῖς.

17

Id. ib. c. 17: Ἀντύλος ἀνὴρ τῶν ἐπισήμων, πο‐ ρευόμενος εἰς τὸ προάστειον, ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. Φοβηθεὶς δὲ τὸν οἰωνὸν, εἰς Ῥώμην ὑπέστρεψεν. Ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας
5καιόμενον, καὶ τὸ Παλλάδιον ἁρπάσας, ἐτυφλώθη· ὕστερον δ’ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης Μιλήσιος ἐν Ἰταλικοῖς.

18

Id. ib. c. 18: Πούπλιος Δέκιος Ῥωμαῖος, πρὸς Ἀλβανοὺς πολεμῶν, ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, ῥώμην προσποιήσειν Ῥωμαίοις. Ἐλθὼν δ’ εἰς μέσους καὶ πολ‐ λοὺς φονεύσας, ἀνῃρέθη. Ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ
5Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσωσεν· ὡς Ἀριστείδης Μιλήσιος.

19

Id. ib. c. 36: Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελ‐ φὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ κυνηγίᾳ ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἐν Ἰουλίᾳ τῆς Ἥρας ἱέρειαν ἐποιήσατο. Ταύτην Ἄρης ἐγκύμονα
5ποιεῖ· ἡ δ’ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν. Ὁ δὲ φοβηθεὶς, ἀμφοτέρους κατεπόν‐ τισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως. Οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα
νεοτόκος· καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη323
10ἔτρεφε. Φαῦστος δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον, τὸν δὲ Ῥωμύ‐ λον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης· ὡς Ἀριστεί‐ δης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.

t20

ΣΙΚΕΛΙΚΑ. E LIBRO PRIMO.

20

Id. ib. c. 1: Ἀσδρούβας βασιλεὺς, Σικελίαν κα‐ ταλαβόμενος, πόλεμον Ῥωμαίοις κατήγγειλε· Μέτελ‐ λος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς, ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν ᾗ Λεύκιος
5Γλαύκων, εὐγενὴς ἀνὴρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας, καθάπερ ἱστορεῖ Ἀρι‐ στείδης Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρ’ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος ὁ Σικελιώτης.

t21

ΠΕΡΣΙΚΑ. E LIBRO PRIMO.

21

Id. ib. c. 4: Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακο‐ σίοις ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. Εὐωχουμένων δ’ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆ‐
5θος· καὶ ὁ Λεωνίδας εἶπεν, ἰδὼν τοὺς βαρβάρους· «Οὕ‐ τως ἀριστᾶτε, ὡς ἐν ᾅδου δειπνήσοντες.» Καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων, καὶ πολλοῖς περιπαρεὶς δόρασιν, ἀνέβη ἐπὶ τὸν Ξέρξην, καὶ τὸ διάδημα ἀφείλετο. Οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν, καὶ εὗρε
10δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν.

t22-24

ΠΕΡΙ ΚΝΙΔΟΥ.

22

Schol. Pind. Pyth. III, 14: Ἀριστείδης δὲ ἐν τῷ Περὶ Κνίδου συγγράμματί φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης· αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύ‐
5κλα, τοῦ Λακεδαίμονος. Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων.

23

Schol. Theocrit. XVII, 69: Ἡ τῶν Δωριέων πεντάπολις, Λίνδος, Ἰάλυσος, Κάμειρος, Κῶς, Κνί‐ δος. Ἄγεται δὲ κοινῇ ὑπὸ τῶν Δωριέων ἀγὼν ἐν Τριο‐ πίῳ Νύμφαις, Ἀπόλλωνι, Ποσειδῶνι. Καλεῖται δὲ
5Δώριος ὁ ἀγὼν, ὡς Ἀριστείδης φησί.

24

Stephan. Byz.: Ἀραὶ, Ἰωνίας νῆσοι τρεῖς, οὕτω λεγόμεναι διὰ τὰς ἀρὰς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς
τοὺς Πενταπολίτας, ὡς Ἀριστείδης. Ἄλλοι δ’ ἄλλως.324

t25-28

EX SCRIPTIS INCERTIS.

25

Jo. Lydus De mensib. fragm.: ..... παρθένος τῆς δαίμονος τὸ φιλάνθρωπον ..... τὴν ὀφ.... πᾶσαν κατοικίαν παρῆλθε, καὶ τοῖς .............. διήγειρεν, ὡς ὁ Ῥωμαῖος Βάρ[ρων] ....... Λακε[δαιμ]ο‐
5νίοις γεν[έσθ]αι λόγος ..................... Ἀριστείδης, ὃς ἐν τῇ πέ[μπτῃ] ......... φη[σὶν, ἥνικα .... οὗτος ...... καὶ πολ]λῶν ἀπολλυμένων[, ἔχ]ρησεν ὁ Πύθιος, [παύσεσθαι τὴν νόσον ἐὰ]ν κατ’ ἐνιαυτὸν θεοῖ[ς ἀ]πο‐ τροπαίοις ἢ [λυσίοις κληρωτὴ σφ]αγιασθῇ παρθένος.
10Τῆς [δὲ] ἀνόμου δεισιδαι[μονίας κατὰ π]ᾶν φθινόπωρον τελουμένης, [συν]έπεσέ ποτε [λαχεῖν] τὴν Ἑλένην· Τυνδά[ρε]ως δὲ τὴν θυγα[τέρα] ἐστεφ[αν]ω[μένην τ]οῖς βωμοῖς προσή[γα]γε. Καταρχομένου δὲ αὐ[τοῦ] τῆς ἀνό[μου θυ]σίας, ἀετὸς καταπτὰς ἥρπασε τοῦ βασι‐
15[λέ]ως τὸ ξίφος, [καὶ παρ]ά τινα λευκὴν δάμαλιν ἀφῆ‐ κεν. Οἱ δὲ δορυφόροι κατό[πιν ἀπο]κολουθήσαντες, καὶ αὐτόπται γενομένοι τοῦ συμβάντος, [τὴ]ν βοῦν πρὸς Τυνδάρεων ἤγαγεν· ὁ δὲ θαυμ[άσ]ας τὴν πρόνοιαν, [τῆ]ς μὲν ἀνθρωπο[κτόν]ου συνηθείας ἐπαύσατο, τὴν
20δὲ δάμαλιν θύσας τοῦ λοιμι[κοῦ] π[άθ]ους ἀπηλλάτ‐ τετο.

26a

Plinius H. N. IV, 23: Melos cum oppido, quam Aristides Biblida vocat.

26b

Idem IV, 21: Euboea ... ante vocitata est ..., ut Aristides, Macra.

27

Tzetzes ad Lyc. 836: Ὅτι δὲ παρὰ Ἰόπην τὰ κατ’ Ἀνδρομέδαν ἐγεγόνει Ἀριστείδης τε μαρτυρεῖ καὶ Λιβάνιος καὶ Προκόπιος καὶ Ἰώσηπος.

28a

Tzetzes Histor. I, 24, v. 624 de Simonide poeta: Ὁ δ’ Ἀριστείδης γέγραφεν ἀνδρὸς εὐχαριστίαν. Πλέων φησὶ γὰρ ὁ ἀνὴρ ἄταφον εὗρε νέκυν,
5ὅνπερ τιμήσας ἔθαψεν· ὄναρ φανεὶς δ’ ὁ νέκυς λέγει, Μὴ πλεύσῃς, ἄνθρωπε· ναυτῶν δὲ μὴ πεισθέντων, μόνος ὁ Σιμωνίδης μὲν συμπλέων ἀπελείφθη·
οἱ δὲ πάντες ἀπώλοντο τυχόντες ναυαγίας. Εὐχάριστον δ’ ἐπίγραμμα γράψας ὁ Σιμωνίδης325
10τῇ στήλῃ παρενέγραψε νεκροῦ τοῦ σεσωκότος· «Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδεώ ἐστι σαωτήρ, ὃς καὶ τεθνηὼς ζῶντι παρέσχε χάριν.»

t28b-28c

ΜΙΛΗΣΙΑΚΑ

28b

Plutarch. Crassus c. 32: Surena post necem Crassi τὴν γε‐ ρουσίαν τῶν Σελευκέων ἀθροίσας εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτοι ταῦτά γε
5καταψευσάμενος· εὑρέθη γὰρ ἐν τοῖς Ῥουστίου σκευο‐ φόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέ‐ χεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων.

28c

Lucianus Amor. c. 1.: Πάνυ δή με ὑπὸ τὸν ὄρθρον ἡ τῶν ἀκολάστων σου διηγημά‐ των αἱμύλη καὶ γλυκεῖα πειθὼ κατηύφρανεν, ὥστ’ ὀλί‐ γου δεῖν Ἀριστείδης ἐνόμιζον εἶναι τοῖς Μιλησιακοῖς
5λόγοις ὑπερκηλούμενος.

t29

E LIBRO SEXTO.

29

Harpocratio: Δερμηστής ... Δίδυμος μὲν ἀποδί‐ δωσι τὸν σκώληκα οὕτω λέγεσθαι ἐν Νιόβῃ, ἐν ζʹ Τῆς ἀπορουμένης λέξεως. Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξη‐ γούμενος τὸν ὄφιν ἀπέδωκε. Μήποτε δὲ μᾶλλον εἴη ἂν
5ὅστις τὰ δέρματα ἐσθίει δερμηστής, ὡς ὑποσημαίνεται καὶ ἐν ϛʹ Μιλησιακῶν Ἀριστείδου.

t30a-33b

ΠΕΡΙ ΠΑΡΟΙΜΙΩΝ.

30a

(t)

E LIBRO SECUNDO.
1 Steph. Byz. v. Δωδώνη, de proverbio Δωδωναῖον χαλκεῖον: Προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι, ἀκριβῶς τὴν Δωδώνην ἐπισταμένῳ, καὶ Ἀριστείδῃ τὰ τούτου μεταγεγραφότι, λέγοντι κατὰ τὴν βʹ· «Ἐν τῇ
5Δωδώνῃ στύλοι δύο παράλληλοι καὶ παρεγγὺς ἀλλήλων· καὶ ἐπὶ μὲν θατέρου χαλκεῖόν ἐστιν οὐ μέγα, τοῖς δὲ νῦν παραπλήσιον λέβησι, ἐπὶ δὲ θατέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ μαστίγιον ἔχον, οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. Ὅταν οὖν ἄνεμον
10συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας, ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν, αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συνέβαινε ψαύειν τοῦ χαλκείου καὶ τοῦτο ἀδιαλείπτως ποιεῖν, ἕως ἂν ὁ ἄνεμος διαμένῃ.»

30b

Suidas v. Δωδωναῖον χαλκεῖον: Ἀριστοτέλης δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα
5μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέου ὄντας σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. Πρὸς Δήμωνα· εἰ δὲ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία.

31

(t)

E LIBRO TERTIO.
1 Athenaeus XIV: Τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενον «Ἀβυδηνὸν ἐπιφόρημα» τέλος τί ἐστι καὶ ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν τρίτῳ Περὶ
παροιμιῶν.326

32

Steph. Byz. v. Τένεδος, de proerbio Τενέδιος πέλεκυς.

33a

Zenobius VI, 11: Τὰ τρία τῶν εἰς τὸν θάνα‐ τον. Μέμνηται ταύτης Ἀλέξανδρος ἐν Αἰπόλοις. Ἀριστείδης μὲν οὖν φησὶν ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένον ἐλάμβανε τὸν χρησμὸν, καὶ
5προείρητο αὐτῷ, εἰ λύσει πρὸ τῆς νενομισμένης ἡμέρας, ἕξει μίαν τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι ἢ τῆς χειρὸς ἢ τῆς γλώττης. Ἄλλοι δέ φα‐ σιν ὅτι τῷ καταγινωσκομένῳ θάνατον τρία προσεφέ‐ ρετο, ξίφος, βρόχος, κώνειον.

33b

Eustathius ad Odyss. V, 408: Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσ‐ σοποιεῖσθαι λέγειν ἡμᾶς «φεῦγ’ ἐς κόρακας», ὅ ἐστιν
5εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν.327